Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
olmo | pteléa πτελέα |
Ulmus L. |
1.84 |
πδ (84)
περὶ πτελαίας· πτελαίας [1] τὰ φύλλα καὶ οἱ ἀκραίμονες [2] καὶ ὁ φλοιὸς στυπτικά. ποι-
εῖ δὲ τὰ φύλλα πρὸς λέπραν <λεῖα> σὺν ὄξει ἐπιπλαττόμενα καὶ τραύματα κολλᾷ,
μᾶλλον δὲ ὁ φλοιὸς ἀντὶ ἐπιδέσμου περιειλούμενος· ἔστι γὰρ ἱμαντώδης. ὁ δὲ πα-
χύτερος φλοιὸς σὺν οἴνῳ ἢ ὕδατι ψυχρῷ ποθεὶς οὐγγ<ίας> α' πλῆθος ἄγει φλέγμα. [καὶ] τὸ
ἀφέψημα δὲ τῶν φύλλων ἢ τῶν φλοιῶν τῶν ῥίζων [3] καταντλούμενον <τὰ> κατάγμα<τα> ποροῖ [4]
τάχιον. τὸ δὲ ἐν ταῖς φύσαις [5] κατὰ τὴν πρώτην ἐκβλάστησιν εὑρισκόμενον ὑγρὸν στιλβεῖ [6]
πρόσωπον ἐπιχριόμενον, ξηραινόμενον δὲ τὸ ὑγρὸν τοῦτο ἀναλύεται εἰς θηρία κωνο-
ποειδῆ [7]. {2} <καὶ> λαχανεύεται δὲ τὰ πρόσφατα τῶν φύλλων ἑψόμενα εἰς προσωψήματα [8].