Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
plomo quemado | mólybdos kekmauménos μόλυβδος κεκαυμένος |
- | 5.81.4 |
fol. fol.
ψνα (751)
Texto provisional
<περὶ μολύβδου κεκαυμένου·> καίεται δὲ ὁ μόλυβδος οὕτω· λαβὼν μολύβδου ἐλάσματα ὡς ὅτι
λεπτότατα ἐπίθες ἐπὶ καινὴν λοπάδα, καὶ ἐπιπάσας θεῖον πάλιν ἕτερα ἐπίθες πέταλα καὶ θεῖον ἐπίπασσε καὶ πάλιν ἕτερα, καὶ τὸ αὐτὸ ποίει, ἄχρι οὗ πληρώσῃς τὴν λοπάδα, εἶτα ὑπόκαιε· ἀναφθέντος δὲ τοῦ μολύβδου κίνει σιδήρῳ, ἄχρι ἂν ἀποτεφρωθῇ τελέως καὶ μηδὲν ἐντρέχῃ μολυβδῶδες, καὶ ἀναιροῦ, σκεπάσας τοὺς ῥώθωνας· βλαβερὰ γὰρ ἡ ἀποφορά. {5} ἢ ῥινήματα μολύβδου βαλὼν μετὰ θείου εἰς λοπάδα οὕτως καῖε· οἱ δὲ εἰς κύθραν ὠμὴν βαλόντες τὰ πέταλα, ὡς εἴρηται, ἐν καμίνῳ ἐντιθέασιν ἢ ἐπὶ ἐσχάρας, περι-
fol. fol.
πλάσαντες τὸ πῶμα καὶ ὀλίγην δόντες ἀναπνοήν. οἱ δὲ ψιμύθιον παρεπιπάττουσιν ἀντὶ τοῦ θείου ἢ κριθάς. {6} οἱ δὲ ἀκεραίους τὰς λεπίδας ἐπιθέντες ὀξεῖ πυρὶ χρῶνται καὶ κινοῦσιν ἐπιτεταμένως σιδήρῳ, ἄχρι ἂν ἐκτεφρωθῇ· ἔστι δὲ δυσχερὴς ἡ τοιαύτη καῦσις· καὶ ἐπὶ πλεῖον δὲ καεὶς λιθαργύρου λαμβάνει <τὸ> χρῶμα. ἡμῖν μέντοι ἀρέσκει ἡ πρώτη καῦσις· δεῖ δὲ πλύνειν αὐτὸν ὡς τὴν καδμείαν καὶ ἀποτίθεσθαι. δύναμιν δὲ ἔχει, ἣν καὶ ὁ πεπλυμένος μόλυβδος, εὐτονωτέραν δὲ μᾶλλον.