Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
álamo negro | aígeiros αἴγειρος |
Populus nigra L. |
1.83 |
πγ (83)
περὶ αἰγείρου·
αἴγείρος. τούτου [1] τὰ φύλλα μετ᾽ ὄξους καταπλαττόμενα ποδαγρικὰς ὀδύνας ὠφελεῖ. ἡ δὲ ἐξ αὐτῶν [2]
ῥητίνη μίγνυται μαλάγμασιν. ὁ καρπὸς μετ᾽ ὄξους πινόμενος ἐπιλημπτικοὺς ὠφελεῖ.
ἱστορεῖται [3] δὲ ὅτι τὸ ἐξ αὐτῶν δάκρυον κατὰ τὸν ἠριδανὸν ποταμὸν καταχεόμενον πήγνυσθαι
καὶ γίνεσθαι τὸ καλούμενον ἤλεκτρον, ὑπ᾽ ἐνίων δὲ χρυσοφόρον, εὐῶδες ἐν τῇ παρατρίψει
καὶ χρυσοειδὲς τῷ χρώματι, ὅπερ πινόμενον λεῖον στομάχου καὶ κοιλίας ῥεῦμα ἵστησι[ν].