Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
tierra de Lemnos | lēmnía gê λημνία γῆ |
- | 5.97 |
ψξϚ (766)
Texto provisional
ἡ δὲ Λημνία λεγομένη γῆ ἐστιν ἔκ τινος ὑπονόμου ἀντρώδους ἀναφερομένη καὶ μειγνυμένη αἵματι αἰγείῳ, ἣν οἱ ἐκεῖ ἄνθρωποι ἀναπλάσσοντες καὶ σφραγιζόμενοι εἰκόνι αἰγὸς σφραγῖδα καλοῦσιν. {2} δύναμιν δὲ ἔχει ἀντίδοτον θανασίμων ἐξόχως πινομένη σὺν οἴνῳ, καὶ προλημφθεῖσα <δὲ> ἐξεμεῖσθαι ἀναγκάζει τὰ δηλητήρια. ἁρμόζει δὲ καὶ πρὸς τὰς τῶν θανασίμων ἰοβόλων πληγὰς καὶ δήξεις· μείγνυται δὲ καὶ ἀντιδότοις. χρῶνται δέ τινες καὶ εἰς τελετὰς αὐτῇ.