Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
adelfa | nērion νήριον |
Nerium oleander L. |
4.81 |
φνγ (553)
Texto provisional
νήριον· οἱ δὲ ῥοδόδενδρον, οἱ δὲ ῥοδοδάφνην καλοῦσι. γνώριμος θάμνος, ἀμυγδαλῆς μακρότερα καὶ παχύτερα [καὶ τραχύτερα] τὰ φύλλα ἔχων, τὸ δὲ ἄνθος ῥοδοειδές, καρπὸν ὡς κέρας, ἀνεῳγμένον πλήρη ἐριώδους φύσεως, ὁμοίας τοῖς ἀκανθίνοις πάπποις· ῥίζα δὲ ἄποξυς καὶ μακρά, γευσαμένῳ ἁλμυρά· φύεται ἐν παραδείσοις καὶ παραθαλασσίοις τόποις [καὶ παραποταμίοις]. {2} δύναμιν δὲ ἔχει τὸ ἄνθος καὶ τὰ φύλλα κυνῶν μὲν καὶ ὄνων καὶ ἡμιόνων καὶ τῶν πλείστων τετραπόδων φθαρτικήν, ἀνθρώπων δὲ σῳστικὴν πινόμενα σὺν οἴνῳ πρὸς θηρίων δήγματα καὶ μᾶλλον εἰ πηγάνου <τι> παραμίξειας. τὰ δὲ ἀσθενέστερα τῶν ζῴων, ὡς αἶγες καὶ πρόβατα, κἂν τὸ ἀπόβρεγμα αὐτῶν πίῃ, ἀποθνῄσκει.