Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
matacandil | erýsimon ἐρύσιμον |
Sisymbrium irio L. |
2.158 |
σπζ (287)
Texto provisional
ἐρύσιμον [οἱ δὲ χαμαίπλιον, προφῆται Ἡρακλέους ἄλφιτα, Αἰγύπτιοι ἐρεθμού, Ῥωμαῖοι ἰριώνεμ.] φύεται μὲν περὶ τὰς πόλεις καὶ οἰκόπεδα καὶ ἐν κήποις· φύλλα δὲ ὅμοια εὐζώμῳ ἀγρίῳ ἔχει, καυλία ἱμαντώδη, ἄνθη μηλίζοντα· ἐπ᾽ ἄκρων δὲ λοβοὶ κερατοειδεῖς, ἰσχνοί, ὡς τήλιδος, ἐν οἷς σπερμάτια μικρά, καρδάμῳ παραπλήσια, πυρώδη κατὰ τὴν γεῦσιν, ποιοῦντα πρὸς θώρακος ῥευματισμόν, ἐμπύους, βῆχας, ἴκτερον, ἰσχιάδα ἐκλειχόμενα σὺν μέλιτι· πίνεται καὶ πρὸς τὰ θανάσιμα φάρμακα. καταπλασσόμενον δὲ μεθ᾽ ὕδατος ἢ μέλιτος ὠφελεῖ καρκινώματα κρυπτά, σκληρίας, παρωτίδας, διδύμων καὶ μαστῶν φλεγμονάς, λεπτύνει τε καθ᾽ ὅλου καὶ θερμαίνει. ἐπιεικέστερον δὲ γίνεται εἰς τὰ ἐκλείγματα, ἀποβραχὲν ὕδατι καὶ φωχθὲν ἢ ἐνδεθὲν εἰς ὀθόνιον καὶ ὀπτηθὲν στέατος περιπλασθέντος.