Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
bayas de laurel | daphnídes δαφνίδες |
Laurus nobilis L. |
1.78.2 |
περὶ δαφνίδων· αἱ δὲ δαφνίδες θερμαντικώτεραι τῶν φύλλων εἰσί. ποιοῦσιν οὖν [1] ἐκλειχόμεναι
λεῖαι σὺν μέλιτι ἢ γλυκεῖ πρὸς φθίσιν καὶ ὀρθόπνοιαν καὶ τοὺς περὶ θώρακα ῥευματισμούς.
πίνονται δὲ σὺν οἴνῳ πρὸς σκορπιοπλήκτους, καὶ ἀλφοὺς δὲ σμήχουσι. τὸ δὲ πίεσμα αὐτῶν
ὠταλγίαις καὶ ἤχοις καὶ δυσηκοίαις βοηθεῖ σὺν οἴνῳ παλαιῷ καὶ ῥοδίνῳ ἐγχεόμενον· μί-
γνυται καὶ ἀκόποις καὶ συγχρίσμασι θερμαντικοῖς καὶ διαφορητικοῖς [2]. ὁ δὲ φλοιὸς τῆς ῥίζης
αὐτῶν λίθους θρύπτει καὶ ἔμβρυα κτείνει καὶ ἡπατικοὺς ὠφελεῖ τριωβόλου πλῆθος
σὺν οἴνῳ εὐώδει πινόμενος.