Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
rejalgar | sandarákhē σανδαράχη |
- | 5.105 |
ψοε (775)
Texto provisional
σανδαράκην δὲ προκριτέον τὴν κατακορῆ, πυρράν, [εὔθλαστον], εὐλέαντόν τε καὶ καθαράν, κινναβαρίζουσαν τὴν χρόαν, ἔτι δὲ θειώδη ἀποφορὰν ἔχουσαν. δύναμιν δὲ ἔχει καὶ ὄπτησιν τὴν αὐτὴν τῷ ἀρσενικῷ. θεραπεύει δὲ καὶ ἀλωπεκίας ἀναλημφθεῖσα ῥητίνῃ, καὶ λεπροὺς ὄνυχας σὺν πίσσῃ ἀφίστησι, καὶ πρὸς φθειριάσεις σὺν ἐλαίῳ ποιεῖ, φύματά τε σὺν στέατι διαφορεῖ. {2} ἁρμόζει δὲ καὶ πρὸς τὰ ἐν ῥισὶ καὶ στόματι ἕλκη καὶ τὰ λοιπά, καὶ πρὸς ἐξανθήματα σὺν ῥοδίνῳ καὶ πρὸς κονδυλώματα· δίδοται καὶ ἐμπυικοῖς σὺν οἰνομέλιτι, καὶ ὑποθυμιᾶται σὺν ῥητίνῃ καὶ πρὸς παλαιὰν βῆχα διὰ σίφωνος ἑλκομένου τοῦ ἀτμοῦ τῷ στόματι, φωνήν τε ἀποκαθαίρει ἐκλειχομένη μετὰ μέλιτος, καὶ ἀσθματικοῖς σὺν ῥητίνῃ καταπότιον δίδοται.