Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
peral | ápios ἄπιος |
Pyrus communis L. |
1.116 |
ριϚ (116)
περὶ ἀπίου· ἀπίου δὲ πολλὰ εἴδη. πᾶσαι δὲ στύφουσιν,
ὅθεν εἰς τὰ ἀποκρουστικὰ καταπλάσματα ἁρμόζουσιν. τὸ δὲ ἀφέψημα αὐτῶν ξηρανθει-
σῶν καὶ αὐταὶ <δὲ> λαμβανόμεναι ὠμαὶ κοιλίαν ἱστᾶσι· βλάπτουσι δὲ ἐσθιόμεναι τοὺς νήστεις.
Ἡ δὲ ἀχρὰς εἶδός ἐστιν ἀγρίας ἀπίου βραδέως πεπαινομένη [1]. δύναμιν δὲ ἔχει στυπτικωτέ-
ραν <τῆς> ἀπίου, ὅθεν <καὶ> πρὸς τὰ αὐτὰ ἁρμόζει· στύφει δὲ καὶ τὰ φύλλα αὐτῆς. ἡ δὲ ἐκ
τοῦ ξύλου αὐτῶν τέφρα βοηθεῖ ἐνεργῶς τοῖς ὑπὸ μυκήτου [2] πνιγομένοις. φασὶ δέ τινες ὅ-
τι, κἂν συνεψήσῃ τις ἀχράδας μύκησιν, ἀβλαβεῖς αὐτοὺς γίνεσθαι.