Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
aceite perfumado de manzana o membrillo | mēlínou, skeuasía σκευασία μηλίνου |
Malus domestica Borkh. Cydonia oblonga Mill. |
1.45 |
με (45)
περὶ σκευασίας μηλίνου· [ἔλαιον μήλινον σκευάζεται τὸν τρόπον τοῦτον·] ἐλαίου
ξέσ<τας> Ϛ', ὕδατος ξέσ<τας> ι' μείξας προσέμβαλε σπάθης τεθλασμένης οὐγγ<ίας> γ', σχ<ο>ίνου οὐγγ<ίαν> α'
καὶ ἐάσας ἡμέραν μίαν ἕψησον, εἶτα ἀπηθήσας τὸ ἔλαιον βάλε εἰς ἀγγεῖον πλατύ-
στομον, ἐπιθείς τε ῥῖπον ἐκ καλάμου ἢ ψίαθον παλαιὰν [1] ἄνωθέν τε ἐπιθεὶς κυδώνια
μῆλα καὶ περικαλύψας ἱματίοις ἔασον ἡμέρας ἱκανάς, ἕως ἂν ἐπισπάσηται τὴν
ἀπὸ τῶν μήλων δύναμιν τὸ ἔλαιον. {2} ἔνιοι δὲ τὰ μῆλα περιβαλόντες ἱματίοις ἐπὶ ἡμέ-
ρας δέκα, ἵνα συνέχηται καὶ μὴ διαπνέηται ἡ εὐωδία, μετὰ ταῦτα ἀποβρέχουσι τῷ ἐ-
λαίῳ ἡμέρας β' καὶ νύκτας, εἶτα ἐξιπώσαντες ἀποτίθενται. δύναμιν δὲ ἔχει ψυ-
κτικήν, στυπτικήν, ποιοῦν πρὸς τὰ ψωρώδη ἕλκη [καὶ] πίτυρα, χύμεθλα [2], ἕρπητας
καὶ πρὸς τὰς ἐν ὑστέρᾳ ἑλκώσεις ἐγχυματιζόμενον, οὖρά τε ἠρεθισμένα στέλλει ἐγκλυ-
ζόμενον καὶ ἱδρῶτας ἐφίστησι· πίνεται δὲ καὶ πρὸς κανθαρίδας, βουπρήστεις,
πιτυοκάμπην. ἔστι δὲ αὐτοῦ δόκιμον τὸ κυδωνίων ὄζον μήλων.