Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
vid | ámpelos oinóphoros ἄμπελος οἰνόφορος |
Vitis vinifera L. |
5.1 |
fol. fol.
χξζ (667)
Texto provisional
πεδακίου διοσκουρίδου ἀναζαρβέως περὶ ὕλης ἰατρικῆς, λόγ<ου> ε'
<Ἀ>ποδόντες ἐν τοῖς προγραφεῖσι τέτταρσι βιβλίοις, φίλτατε Ἄρειε, τὸν περὶ ἀρωμάτων καὶ
μύρων καὶ ἐλαίων καὶ δένδρων, καὶ τῶν ἐξ αὐτῶν καρπῶν τε καὶ δακρύων, ἔτι τε ζῴων καὶ μέ-
λιτος καὶ γάλακτος καὶ στεάτων καὶ τῶν καλουμένων σιτηρῶν καὶ λαχάνων, καὶ τὸν σύμπαντα
περὶ ῥιζῶν καὶ βοτανῶν καὶ χυλισμάτων καὶ σπερμάτων λόγον, ἐν τούτῳ τελευταίῳ ὑπάρ-
χοντι τῆς ὅλης πραγματείας διαλεξόμεθα περὶ οἴνων καὶ τῶν καλουμένων μεταλλικῶν, ἀρξά-
μενοι ἀπὸ τῆς περὶ ἀμπέλου παραδόσεως. <περὶ ἀμπέλου·> ἀμπέλου οἰνοφόρου τὰ φύλλα καὶ
αἱ ἕλικες <λεῖα> καταπλασσόμενα κεφαλαλγίας πραύνουσι, καὶ φλεγμονὴν στομάχου καὶ καῦσον
σὺν ἀλφίτῳ καὶ καθ᾽ ἑαυτὰ ἐπιτιθέμενα τὰ φύλλα, στυπτικὰ <καὶ ψυκτικὰ> ὄντα· καὶ ὁ ἐξ αὐτῶν δὲ χυλὸς
ποθεὶς <ὠφελεῖ> δυσεντερικοὺς καὶ αἱμοπτοικοὺς καὶ στομαχικοὺς καὶ κισσώσας, ἀποβραχεῖσαι δὲ
καὶ αἱ ἕλικες ἐν ὕδατι καὶ ποθεῖσαι τὰ αὐτὰ ποιοῦσι. {2} τὸ δὲ δάκρυον αὐτῆς, ὅμοιον ὂν κόμμει, περι-
πηγνύμενον τοῖς στελέχεσι, λίθους ἐκτινάσσει πινόμενον σὺν οἴνῳ· ἰᾶται δὲ καὶ λειχῆνας
fol. fol.
λέπρας ψώρας καταχριόμενον· δεῖ δὲ προεκνιτροῦν τὸν τόπον. σὺν ἐλαίῳ δὲ ἐπιχριόμενον συνεχῶς ψιλοῖ τρίχας, καὶ μάλιστα τὸ ἀπὸ τοῦ χλωροῦ κοιομένου κλήματος ἀφιδρούμενον, ὃ καὶ μυρμηκίας ἐπιχριόμενον ἐκβάλλει. ἡ δὲ ἐκ τῶν κλημάτων καὶ στεμφύλων τέφρα τὰ περὶ δακτύλιον ἀφαιρεθέντα κονδυλώματα καὶ θύμια σὺν ὄξει καταπλασθεῖσα θεραπεύει καὶ στρέμματα, καὶ ἐχεοδήκτοις βοηθεῖ καὶ σπληνὸς φλεγμονῇ σὺν ῥοδίνῳ καὶ πηγάνῳ καὶ ὄξει καταπλασσομένη.