Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
epimēdion gr. | epimēdion ἐπιμήδιον |
No Identificada |
4.19 |
υϟβ (492)
Texto provisional
ἐπιμήδιον· [οἱ δὲ ἔρινος, οἱ δὲ θρυάς, οἱ δὲ πολύρριζον, Ῥωμαῖοι οὐινδίκτα.] καυλός ἐστιν οὐ μέγας, κισσῷ παραπλήσια φύλλα ἔχων, ὅσον δέκα ἢ δώδεκα· οὔτε δὲ καρπὸν οὔτε ἄνθος φέρει· ῥίζαι λεπταί, μέλαιναι, βαρύοσμοι, γευσαμένῳ μωραί· φύεται ἐν τόποις ὑδρηλοῖς. ταύτης τὰ φύλλα λεῖα μετ᾽ ἐλαίου κατάπλασμα μαστῶν εἰς τὸ μὴ αὔξεσθαι, ἀτόκιός τε ἡ ῥίζα, καὶ τὰ φύλλα λεῖα ποθέντα ἐν οἴνῳ μετὰ τὴν κάθαρσιν δραχμῶν πέντε πλῆθος ἐπὶ ἡμέρας πέντε ἀσυλλήπτους τηρεῖ.