Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
amor de hortelano | aparínē ἀπαρίνη |
Galium aparine L. |
3.90 |
υϚ (406)
Texto provisional
ἀπαρίνη· οἱ δὲ ἀμπελόκαρπον, οἱ δὲ ὀμφαλόκαρπον καλοῦσιν, οἱ δὲ φιλάνθρωπον. κλῶνες πολλοί, μακροί, τετράγωνοι, τραχεῖς· φύλλα δὲ ἐκ διαστήματος περικείμενα κυκλοτερῶς ὥσπερ τὰ τοῦ ἐρυθροδάνου, ἄνθη λευκά, σπέρμα σκληρόν, στρογγύλον, ὑπόκοιλον ἐκ μέσου ὡς ὀμφαλός· προσέχεται δὲ καὶ ἱματίοις ἡ πόα. χρῶνται δ᾽ αὐτῇ καὶ οἱ ποιμένες ἀντὶ ἠθμοῦ ἐπὶ τοῦ γάλακτος πρὸς ἔκλημψιν τῶν ἐν αὐτῷ τριχῶν. ταύτης τὸ σπέρμα καὶ οἱ καυλοὶ καὶ τὰ φύλλα χυλισθέντα φαλαγγιοδήκτοις καὶ ἐχιοδήκτοις βοηθεῖ μετ᾽ οἴνου πινόμενα, καὶ ὠταλγίας ἰᾶται ὁ χυλὸς ἐγχυματιζόμενος. ἡ δὲ πόα ἀναλημφθεῖσα ὀξυγγίῳ διαφορεῖ χοιράδας.