Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
ranúnculo | batrákhion βατράχιον |
Ranunculus L. |
2.175 |
fol. fol.
τδ (304)
Texto provisional
περὶ βατραχίου· βατράχιον· οἱ δὲ σέλινον ἄγριον καλοῦσι. τούτου πλείονά ἐστιν
fol. fol.
εἴδη, δύναμις δὲ μία, δριμεῖα καὶ ἄγαν ἑλκωτική. ἔχει δὲ τὸ μὲν αὐτῶν φύλλα ὅμοια κορίῳ, πλατύτερα δὲ καὶ ὑπόλευκα καὶ λιπαρά, ἄνθος μήλινον, ἐνίοτε δὲ πορφυροῦν, καυλὸν δ᾽ οὐ παχύν, ὕψος δὲ ὅσον πήχεως, ῥίζαν μικράν, λευκήν, πικράν, ἔχουσαν ἀποφύσεις ὡς ἐλλεβόρου· φύεται δὲ παρὰ ῥείθροις. ἔστι δὲ καὶ ἕτερον εἶδος χνοωδέστερον καὶ μακροκαυλότερον, ἐντομὰς ἔχον πλείους τῶν φύλλων, πλεῖστον ἐν Σαρδονίᾳ γεννώμενον, δριμύτατον, ὃ δὴ καὶ σέλινον ἄγριον καλοῦσι· καὶ τρίτον σφόδρα μικρὸν καὶ δύσοσμον, τὸ ἄνθος χρυσῷ ὅμοιον· καὶ τέταρτον ἐοικὸς τούτῳ, ἄνθη γαλακτίζον. {2} δύναμιν δὲ ἔχει τὰ φύλλα καὶ οἱ καυλοὶ καταπλασσόμενοι ἁπαλοὶ ἑλκωτικὴν καὶ ἐσχαρωτικὴν μετὰ πόνου, ὅθεν ὄνυχας λεπροὺς καὶ ψώρας ἀφίστησι καὶ στίγματα ἐξαίρει καὶ μυρμηκίας καὶ ἀκροχορδόνας καὶ ἀλωπεκίας πρὸς ὀλίγον καταπλασθέντα· ἑψόμενα δὲ κατάντλημα χιμετλιώντων ἐστὶ χλιαρόν. ἡ δὲ ῥίζα πταρμὸν κινεῖ ξηρὰ λεία προσφερομένη τοῖς μυκτῆρσι, καὶ ὀδονταλγίας κουφίζει προσαπτομένη· θρύπτει μέντοι αὐτούς.