Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
azabache | gagátēs [líthos] γαγάτης [λίθος] |
- | 5.128 |
ψϟη (798)
Texto provisional
τοῦ δὲ γαγάτου προκριτέον τὸν ταχέως ἐξαπτόμενον καὶ ἀσφαλτίζοντα ἐν τῇ ὀσμῇ· μέλας δὲ κοινῶς ὑπάρχει καὶ αὐχμηρός, ἔτι δὲ πλακώδης καὶ κοῦφος ἄγαν. δύναμιν δὲ ἔχει μαλακτικὴν καὶ διαφορητικήν· ἔστι δὲ καὶ ἐπιλημπτικῶν ἔλεγχος ὑποθυμιαθείς, καὶ ὑστερικὰς ἀνακαλεῖται. {2} διώκει δὲ καὶ ἑρπετὰ θυμιαθείς, καὶ ποδαγρικαῖς μείγνυται δυνάμεσι. γεννᾶται δὲ ἐν Λυκίᾳ εὑρισκόμενος κατά τινος ποταμοῦ ἔκρυσιν εἰς τὴν θάλασσαν ἐκχεομένου· καλεῖται δὲ ὁ τόπος Γάγαι.