Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
brionia | ámpelos leukē ἄμπελος λευκή |
Bryonia cretica subsp. dioica (Jacq.) Tutin |
4.182 |
fol. fol.
χνε (655)
Texto provisional
<περὶ ἀμπέλου·> ἄμπελος λευκή· οἱ δὲ βρυω-
νίαν, οἱ δὲ ὀφιοστάφυλον, οἱ δὲ χελιδόνιον, οἱ δὲ <μάδον ἢ> μήλωθρον ἢ ψίλωθρον ἢ ἀρχέζωστιν ἢ ἄγρωστιν ἢ κέδρωστιν καλοῦσι. ταύτης τὰ κλήματα καὶ τὰ φύλλα καὶ αἱ ἕλικες ὅμοια τῇ ἡμέρῳ ἀμπέλῳ, δασύτερα δὲ πάντα· καὶ ἐμπλέκεται τοῖς παρακειμένοις θάμνοις ἐλλαμβανομένη ταῖς ἕλιξι· καρπὸν δὲ ἔχει βοτρυώδη, πυρρόν, ᾧ ψιλοῦται τὰ δέρματα. ταύτης οἱ ἀσπάραγοι κατὰ τὴν πρώτην ἐκβλάστησιν ἑφθοὶ ἐσθίονται, οὔρησιν καὶ κοιλίαν κινοῦντες. {2} δύναμιν δὲ ἔχει τὰ φύλλα καὶ ὁ καρπὸς <καὶ ὁ καυλὸς> καὶ ἡ ῥίζα δριμεῖαν, ὅθεν ἐπὶ τῶν Χειρωνείων καὶ γαγγραινικῶν καὶ φαγεδαινικῶν καὶ σαπροκνήμων ἑλκῶν μεθ᾽ ἁλὸς καταπλασσόμενα ποιεῖ. ἡ δὲ ῥίζα ῥύπτει χρῶτα καὶ τετανοῖ καὶ ἔφηλιν ἀποκαθαίρει, ἰόνθους, φακούς, οὐλὰς μελαίνας σὺν ὀρόβῳ καὶ τήλει· καθεψηθεῖσα δὲ μετ᾽ ἐλαίου, μέχρι τακερωθῇ, πρὸς τὰ αὐτὰ ἁρμόζει. αἴρει δὲ καὶ ὑπώπια καὶ πτερύγια τὰ ἐν δακτύλοις στέλλει σὺν
fol. fol.
οἴνῳ καταπλασσομένη, διαφορεῖ καὶ φλεγμονὰς καὶ ῥήττει ἀποστήματα, ἀνάγει καὶ ὀστᾶ λεία καταπλασσομένη σηπταῖς τε μείγνυται ἐπιτηδείως. {3} πίνεται δὲ καὶ πρὸς ἐπιλημψίας ὁλκὴ μία καθ᾽ ἡμέραν πρὸς ἐνιαυτόν, ὠφελεῖ καὶ ἀποπλήκτους καὶ σκοτωματικοὺς ὁμοίως λαμβανομένη. δυεῖν δὲ δραχμῶν ὁλκὴ ποθεῖσα ἐχιοδήκτοις βοηθεῖ καὶ ἔμβρυα φθείρει· ὑποταράττει δὲ ἐνίοτε τὴν διάνοιαν· καὶ προστεθεῖσα δὲ ὑστέρᾳ ἔμβρυα καὶ δεύτερα ἐπισπᾶται. κινεῖ καὶ οὖρα πινομένη, καὶ ἔκλειγμα δὲ δι᾽ αὐτῆς μετὰ μέλιτος τοῖς πνιγομένοις καὶ δυσπνοοῦσι καὶ βήσσουσι πλευράν τε ἀλγοῦσι καὶ ῥήγμασι, σπάσμασι δίδοται, καὶ σπλῆνας τήκει τριωβόλου ὁλκὴ ποθεῖσα σὺν ὄξει ἐπὶ ἡμέρας τριάκοντα· {4} καὶ καταπλάσσεται δὲ μετὰ σύκου πρὸς τὰ αὐτὰ χρησίμως. ἀφέψεται δὲ καὶ εἰς ἐγκάθισμα, καθαρτικὸν ὑστέρας ὂν καὶ ἐκβόλιον. χυλίζεται δὲ ἡ ῥίζα αὐτῆς ἔαρος· πίνεται δὲ ὁ χυλὸς σὺν μελικράτῳ πρὸς τὰ αὐτά, ἄγων φλέγμα. ὁ δὲ καρπὸς ποιεῖ πρὸς ψώρας καὶ λέπρας συγχριόμενος καὶ καταπλασσόμενος· κατασπᾷ δὲ καὶ γάλα ὁ καρπὸς αὐτῆς χυλισθεὶς καὶ μετὰ πυρῶν ἡψημένων ῥοφηθείς.