Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
berrera | síon σίον |
Sium angustifolium L. |
2.127 |
σνϚ (256)
Texto provisional
[σίον τὸ ἐν ὕδασιν· οἱ δὲ ἀναγαλλὶς ἔνυδρος, οἱ δὲ σχοῖνος ἀρωματική, οἱ δὲ δωρώνιον, Ῥωμαῖοι λάουερεμ.]
σίον φύεται ἐν τοῖς ὕδασι. θαμνίον λιπαρόν, ὀρθόν, φύλλα ἔχον ἱπποσελίνῳ ἐοικότα, μικρότερα δὲ καὶ ἀρωματίζοντα, ἅπερ ἐσθιόμενα ἑφθά τε καὶ ὠμὰ λίθους θρύπτει καὶ ἐκκρίνει, οὖρά τε κινεῖ καὶ ἔμμηνα ἄγει καὶ ἔμβρυα, δυσεντερικοῖς τε χρήσιμα βρωθέντα. <2Κρατεύασ>2 δὲ ἱστορεῖται περὶ αὐτοῦ οὕτως· πόα θαμνοειδής, ὀλίγη, ἔχουσα πολλὰ φύλλα περιφερῆ, μείζονα ἡδυόσμου, μέλανα, λεῖα, παρεγγίζοντα εὐζώμῳ.