Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
matalobos | akóniton héteron ἀκόνιτον ἕτερον |
Aconitum napellus L. |
4.77 |
φμθ (549)
Texto provisional
ἀκόνιτον ἕτερον, [ὃ ἔνιοι λυκοκτόνον καλοῦσιν, Ῥωμαῖοι ἀκονίτουμ νόστρουμ.] ὃ ἔνιοι λυκοκτόνον καλοῦσι· γεννᾶται μὲν πλεῖστον ἐν Ἰταλίᾳ ἐν τοῖς καλουμένοις Οὐηστίνοις ὄρεσι διαφέρον τοῦ πρὸ αὐτοῦ. φύλλα δὲ ἔχει ὅμοια πλατάνῳ, μᾶλλον δὲ ἐπεσχισμένα καὶ μικρότερα πολλῷ καὶ μελάντερα, καυλὸν δὲ καθάπερ πτέριδος μόσχον, ψιλόν, ὕψος πήχεως ἢ καὶ μείζω· καρπὸν δὲ ἐν λοβοῖς ἐπιμήκεσι ποσῶς, ῥίζας ὥσπερ πλεκτάνας καρίδων μελαίνας, αἷς χρῶνται πρὸς τὰς τῶν λύκων θήρας ἐντιθέντες κρέασιν ὠμοῖς· βρωθεῖσαι γὰρ ὑπὸ τῶν λύκων ἀναιροῦσιν αὐτούς.