Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
aceite perfumado de alholva | tēlínou skeuasía τηλίνου σκευασία |
Trigonella foenum-graecum L. |
1.47 |
fol. fol.
μζ (47)
τηλίνου σκευασία· τήλεως
λίτρ<ας> ε' [1], ἐλαίου λίτρ<ας> θ' [2], καλάμου λίτρ<αν> α', κυπέρου λίτρ<ας> β' ἀπόβρεχε τῷ ἐλαίῳ ἐπὶ ἡ-
μέρας ζ', κινῶν ἑκάστης ἡμέρας τρίς, εἶτα ἐξίπου καὶ ἀποτίθεσο. οἱ δὲ ἀντὶ μὲν <τοῦ>
καλάμου καρδάμωμον, ἀντὶ δὲ τῆς κυπέρου ξυλοβάλσαμον συναποβρέχουσιν.
fol. fol.
οἱ δὲ προστύφουσι τὸ ἔλαιον τούτοις καὶ μετὰ ταῦτα τὴν τῆλιν ἀποβρέχοντες ἐξιποῦ-
σιν. {2} δύναμιν δὲ ἔχει μαλακτικὴν ἀποστημάτων, πεπτικήν. μάλιστα δὲ ἁρμόζει τοῖς περὶ
μήτραν πᾶσι σκληρώμα<σι> [3], δυστοκούσαις τε ἔγχυμα, ἐπειδὰν κατάξηρα τὰ περὶ τοὺς
τόπους γένηται, προεκκριθέντων τῶν ὑγρῶν, πρός τε τὰς ἐν δακτυλίῳ φλεγμονάς,
καὶ ἐγκλύζεται ἐπὶ τῶν τεινεσμῶν ὠφελίμως, πίτυρά τε καὶ ἀχῶρας σμήχει καὶ πρὸς
κατακαύματα καὶ χίμετλα ποιεῖ μετὰ κηροῦ, σμήχει τε ἐφηλίδας καὶ εἰς στιλβώ-
ματα μίγνυται. ἐκλέγου δὲ τὸ πρόσφατον καὶ μὴ λίαν παρεμφαῖνον τὴν τῆς τήλε-
ως ὀσμήν, σμῆχον τὰς χεῖρας, γλυκύπικρον ἐν τῇ γεύσει· τὸ γὰρ τοιοῦτον κάλλιστον.