Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
comino silvestre | kýminon ágrion κύμινον ἄγριον |
Lagoecia cuminoides L. |
3.60 |
τοδ (374)
Texto provisional
κύμινον ἄγριον· [Ῥωμαῖοι κύμινουμ ἀγρέστεμ, οἱ δὲ κύμινουμ σιλβάτικουμ.] φύεται μὲν πλεῖστον καὶ ἐνεργέστερον ἐν Καρχηδόνι τῆς Σπανίας, καυλίον σπιθαμιαῖον, λεπτὸν ἔχον, φυλλάρια τέσσαρα ἢ πέντε λεπτά, οἱονεὶ πεπρισμένα τὴν κατάσχισιν ὡς γιγγίδιον· κεφάλια δὲ ἐπ᾽ ἄκρου πέντε ἢ ἓξ στρογγύλα, μαλακὰ ἔχει, ἐν οἷς ὁ καρπὸς ἀχυρώδης, γευομένῳ δὲ δριμύτερος τοῦ ἡμέρου· φύεται ἐν γεωλόφοις. {2} πίνεται δὲ τὸ σπέρμα πρὸς στρόφους καὶ ἐμπνευματώσεις σὺν ὕδατι, σὺν ὄξει δὲ λυγμοὺς παύει, πρὸς δὲ τὰ ἰοβόλα καὶ πλάδον στομάχου σὺν οἴνῳ· αἴρει δὲ καὶ ὑπώπια <δια>μασηθὲν καὶ καταπλασθὲν σὺν μέλιτι καὶ σταφίδι, φλεγμονάς τε διδύμων ἰᾶται μετὰ τῶν αὐτῶν καταπλασσόμενον.