Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
espiga de montaña | stákhys στάχυς |
Stachys annua (L.) L. |
3.106 |
υκβ (422)
Texto provisional
<περὶ σταχυος·> στάχυς· θάμνος ἐμφερὴς πρασίῳ, ὑπομηκέστερα δὲ καὶ
πλεῖστα φυλλάρια ἔχων ὑποδάσεα, σκληρά, εὐώδη, λευκά· ῥαβδία δὲ πλείονα ἀπὸ τῆς αὐτῆς ῥίζης, λευκότερα τῶν τοῦ πρασίου· φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι τόποις. δύναμιν δὲ ἔχει θερμαντικήν, δριμεῖαν, ὅθεν τὸ ἀπόζεμα τῶν φύλλων ἔμμηνα καὶ δεύτερα ἄγει πινόμενον.