Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
vino de dátiles | phoinikítēs [oînos] φοινικίτης [οἴνος] |
- | 5.31 |
fol. fol.
χϟη (698)
Texto provisional
<περὶ φοινικίτου·> φοινικίτης· λαβὼν φοίνικας τοὺς χυδαίους πεπείρους βάλε εἰς πιθάκνην
τετρημένην πρὸς τῷ πυθμένι καὶ ἐνεσφηκωμένην καλάμῳ πεπισσωμένῳ· τὸ δὲ τρῆμα λίνῳ βεβύσθω· ἐπίχει δὲ ταῖς δέκα χοίνιξιν ὕδατος χοεῖς γ, εἰ δὲ μὴ λίαν αὐτὸ γλυκὺ θέλοις εἶναι, πέντε χοεῖς ἐπίχει· ἔα δὲ ἐπὶ ἡμέρας δέκα. {2} τῇ δὲ ἑνδεκάτῃ ἀφαιρῶν τὸ ἐπὶ τοῦ καλάμου ὀθόνιον ἀποδέχου οἶνον γλυκὺν καὶ παχὺν καὶ ἀποτίθεσο. ἔστι δὲ ἡδὺς μέν, κεφαλαλγὴς δέ, ποιῶν
fol. fol.
πρὸς ῥεύματα διὰ τὸ στύφειν, ὅθεν στομαχικοῖς καὶ κοιλιακοῖς καὶ αἱμοπτυικοῖς ἁρμόζει. ἔνιοι δὲ τὸ αὐτὸ πάλιν τοῦ ὕδατος μίσγοντες δέχονται, καὶ τοῦτο τρίτον ποιοῦσι καὶ τέταρτον καὶ πέμπτον, ὅ τε λοιπὸν ὀξίζει.