Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
ésula redonda | péplos πέπλος |
Euphorbia peplus L. |
4.167 |
χμ (640)
Texto provisional
πέπλος· οἱ δὲ συκῆν, οἱ δὲ μήκωνα ἀφρώδη καλοῦσι. θαμνίσκος ἐστὶν ὀποῦ λευκοῦ μεστός, ἔχων φύλλον μικρόν, ὅμοιον πηγάνῳ, πλατύτερον δέ· ἡ δὲ σύμπασα κόμη ὡς σπιθαμῆς, περιφερής, ἐκκεχυμένη ἐπὶ γῆς, καὶ ὑπὸ τοῖς φύλλοις καρπὸς μικρός, στρογγύλος, ἥττων τῆς λευκῆς μήκωνος. πολύκαρπος δὲ ἡ πόα, ῥίζαν ἔχουσα μίαν ἄχρηστον, ἀφ᾽ ἧς ὅλος ὁ θάμνος πέφυκε. γεννᾶται δὲ ἐν κήποις καὶ ἀμπελῶσι. συνάγεται δὲ ἐν πυραμητῷ ξηραινόμενος ἐν σκιᾷ καὶ συνεχῶς στρεφόμενος· κοπεὶς δὲ ὁ καρπὸς καὶ ἀποβραχεὶς ἀποτίθεται. ἄγει δὲ φλέγμα καὶ χολὴν ὀξυβάφου πλῆθος μετὰ ὑδρομέλιτος κοτύλης πινόμενος· καὶ προσοψήμασι δὲ μειγνύμενος ταράσσει κοιλίαν. ταριχεύεται δὲ εἰς ἁλμαίας.