Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
hongos | mykētoi μυκήτοι |
- | 4.82 |
fol. fol.
φνδ (554)
<περὶ μυκήτων·> μυκήτων διαφορὰ διττή· ἢ γὰρ βρώσιμοί εἰσιν
ἢ φθαρτικοί. παρὰ πολλαῖς δὲ αἰτίαῖς [1] γίνονται τοιοῦτοι· ἢ γὰρ ἥλοις κατιωμένοις
ἢ ῥάκεσι σεσηπόσιν ἢ ἑρπετῶν φωλεοῖς παραφύονται ἢ δένδρεσιν ἰδίως βλαπτικοὺς [2]
[φέρουσι καρπούς]. ἔχουσι δὲ καὶ γλινώδη οἱ τοιοῦτοι ἐπίπαγον, κατατεθέντες δὲ μετὰ τὸ
fol. fol.
ἀφαιρεθῆναι ταχέως διαφθείρονται σηπόμενοι· οἱ δὲ μὴ τοιοῦτοι, ζωμοποιοὶ ἡδεῖς.
πλεονασθέντες μέντοι καὶ οὗτοι βλάπτουσι δυσπεπτούμενοι, πνίγοντες ἢ χολέραν ἐπά-
γοντες. {2} βοηθοῦνται δὲ πάντες ποτιζόμενοι νίτρῳ <καὶ ἐλαίῳ> ἢ κονίᾳ μετ᾽ ὀξάλμης ἢ θύμβρας ἀποζέ-
ματι ἢ ὀριγάνῳ ἢ ὀρνιθείᾳ κόπρῳ μετ᾽ ὄξους πινομένῃ ἢ μέλιτι πολλῷ ἐκλειχομένῃ [3].
τρόφιμοι δέ εἰσι καὶ δυσδιάλυτοι· ὁλοσχερεῖς δὲ ὡς ἐπὶ τὸ πολὺ σὺν τοῖς περιττώμασιν ἀποδί-
δονται.