Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
orcaneta amarilla | ónosma ὄνοσμα |
Onosma echioides L. |
3.131 |
υμζ (447)
Texto provisional
ὄνοσμα· οἱ δὲ ὀσμάδα, οἱ δὲ φλονῖτιν, οἱ δὲ ὄνωνιν καλοῦσι. τὰ μὲν φύλλα ἔχει ὅμοια τοῖς τῆς ἀγχούσης, προμήκη, μαλακά, ὡς τετραδάκτυλα τὸ μῆκος, τὸ δὲ πλάτος δακτύλου, ἐπὶ γῆς κατεστρωμένα ἐμφερέστατα τοῖς τῆς ἀγχούσης. ἔστι δὲ ἄκαυλος καὶ ἄκαρπος καὶ ἀνανθής· ῥιζίον δὲ ὑπόμηκες ὕπεστιν, ἀσθενές, λεπτόν, ἐνερευθὲς ἡσυχῆ. φύεται ἐν τραχέσι τόποις. τούτου τὰ φύλλα ἐν οἴνῳ ποθέντα ἔμβρυα ἄγει· φασὶ δὲ ὅτι κἂν ἔγκυος ὑπερβῇ τὴν πόαν, ἐκτιτρώσκει.