Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
vino resinoso | rhētinítēs [oînos] ῥητινίτης [οἴνος] |
- | 5.34 |
ψα (701)
Texto provisional
ὁ δὲ ῥητινίτης κατὰ τὰ ἔθνη σκευάζεται <ποικίλως>· πλεονάζει δὲ ὁ ἐν Γαλατίᾳ διὰ τὸ ἀποξύνεσθαι τὸν οἶνον ἀπεπάντου μενούσης τῆς σταφυλῆς διὰ τὰ ψύχη, εἰ μὴ παραπλακείη πευκίνῃ <ῥητίνῃ>. κόπτεται δὲ σὺν τῷ φλοιῷ ἡ ῥητίνη, καὶ τῷ κεραμίῳ μείγνυται ἡμικοτύλιον· καὶ οἱ μὲν ἀπηθοῦσι μετὰ τὸ ἀποζέσαι, χωρίζοντες τὴν ῥητίνην, οἱ δὲ ἐῶσι· παλαιωθέντες δὲ γίνονται ἡδεῖς. {2} κεφαλαλγεῖς δὲ πάντες οἱ τοιοῦτοι καὶ σκοτωματικοί, πεπτικοὶ μέντοι καὶ διουρητικοί, καταρροιζομένοις καὶ βήσσουσιν ἁρμόζοντες, κοιλιακοῖς, δυσεντερικοῖς, ὑδρωπικοῖς καὶ ῥοικαῖς γυναιξί, τοῖς τε ἐν βάθει εἱλκωμένοις ἔγκλυσμα. στυπτικώρετος μέντοι τοῦ λευκοῦ ἐστιν ὁ μελανίζων.