Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
manzanilla de pastor | khrysokómē χρυσοκόμη |
Aster linosyris Bernh. |
4.55 |
φκϚ (526)
Texto provisional
χρυσοκόμη· οἱ δὲ χρυσῖτιν. [οἱ δὲ χρυσάνθεμον, οἱ δὲ ἀμάραντον, οἱ δὲ Διὸς πώγων, Ῥωμαῖοι Ἰόβις βάρβα, Ἄφροι δουβάθ, οἱ δὲ βουρχουμάθ.] ῥαβδίον σπιθαμιαῖον, ἔχον κόμην κορυμβοειδῆ, ὁμοίαν ὑσσώπῳ, ῥίζαν δασεῖαν, λεπτήν, ὡς ἐλλεβόρου μέλανος, γευσαμένῳ οὐκ ἀπηνῆ, κυπάρισσον ὑπο κυοῦσαν, ἐν τῷ γλυκεῖ ὑπαυστηρόν· φύεται ἐν παλισκίοις <τόποις> καὶ πετρώδεσι. δύναμιν δὲ ἔχει θερμαντικὴν καὶ στυπτικὴν ἡ ῥίζα, ἡπατικοῖς καὶ περιπνευμονικοῖς ἁρμόζουσαν· λαμβάνεται δὲ καὶ σὺν ὑδρομέλιτι ἑφθὴ πρὸς κάθαρσιν ὑστέρας.