Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
torvisco | thymelaía θυμελαία |
Daphne gnidium L. |
4.172 |
fol. fol.
χμε (645)
Texto provisional
<περὶ θυμελαίας·> θυμελαία, οἱ δὲ [1] χαμελαίαν· οἱ δὲ πυ-
ρὸς ἄχνην ἢ κνῆστρον ἢ κνέωρον καλοῦσιν· ἐκ ταύτης ὁ Κνίδιος κόκκος, καρπὸς ὢν αὐτῆς, συλλέγεται, ὃν Εὐβοεῖς μὲν ἀπόλινον καλοῦσιν, οἱ δὲ λίνον διὰ τὸ εἶναι τῷ σπαρτῷ λίνῳ τὸν θάμνον τῇ φύσει παρόμοιον. ῥάβδους δὲ ἀνίησι πολλὰς καὶ καλάς, ὅσον διπήχεις· τὰ δὲ φύλλα χαμελαίᾳ ὅμοια, πλὴν στενότερα καὶ λιπαρώτερα, ὑπόγλισχρα ἐν τῷ διαμασᾶσθαι καὶ κολλώδη, ἄνθη λευκά, καὶ μεταξὺ αὐτῶν ὁ καρπός, ὡς μύρτων, μικρός, στρογγυλώτερος, ἐν ἀρχῇ μὲν χλωρός, αὖθις δὲ ἐρυθρός. {2} τὸ δὲ περικάρπιον σκληρὸν καὶ μέλαν, τὸ δ᾽ ἐντὸς λευκόν, ὅπερ καθαίρει κάτω ὕδωρ καὶ χολὴν καὶ φλέγμα ὅσον εἴκοσι κόκκων τὸ ἐντὸς ποθέν· καίει δὲ τὴν φάρυγγα, διὸ μετὰ ἀλεύρου ἢ μετὰ ἀλφίτου δοτέον ἢ ἐν ῥαγὶ σταφυλῆς ἢ μέλιτι ἑφθῷ περιειλημμένον καταπιεῖν, συγχρίειν δὲ καὶ τοὺς δυσίδρους ἐλαίῳ μετὰ νίτρου καὶ ὄξους. τὰ δὲ φύλλα, ἅπερ ἰδίως κνέωρον καλεῖται, συλλέγειν δεῖ περὶ τὸν πυραμητὸν καὶ ἀποτίθεσθαι ξηράναντας ἐν σκιᾷ· διδόντας δὲ δεῖ κόπτειν καὶ ἀφαιρεῖν τὰς ἐν αὐτοῖς ἶνας. {3} καθαίρει δὲ ἐπιπαττόμενον ὅσον ὀξυβάφου πλῆθος μετὰ κράματος, ἄγον ὑδατῶδες· μετριωτέραν δὲ ποιεῖται τὴν κάθαρσιν μειχθὲν ἑφθῇ φακῇ ἢ λαχάνοις τριπτοῖς. ἀποτίθεται δὲ λεῖα ἀναλημφθέντα ὄμφακος χυλῷ εἰς ἀρτίσκους. ἔστι δὲ κακοστόμαχος· προστεθεὶς δὲ ἔμβρυα κτείνει. φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι τόποις. πλανῶνται δὲ οἱ νομίζοντες τὸν Κνίδιον κόκκον τῆς χαμελαίας εἶναι τὸν καρπόν, ἀπατώμενοι
fol. fol.
διὰ τὸ τῶν φύλλων ὁμοειδές.