Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
caracol terrestre | kokhlías khersaîos κοχλίας χερσαῖος |
Helix ... |
2.9 |
fol. fol.
ρλη (138)
περὶ κογχλίου·
κοχλίας χερσαῖος εὐστόμαχος, δύσφθαρτος. ἄριστος δὲ ὅ τε ἐν σαρδῶνι καὶ λιβύῃ καὶ ἀστυπα-
λ<α>ίᾳ καὶ σικελίᾳ καὶ χίῳ γεννώμενος καὶ ὁ ἐν ταῖς κατὰ λιγυρίαν ἄλπεσι πωματίας καλού-
μενος. καὶ ὁ θαλάσσιος δὲ εὐστόμαχος καὶ εὐέκκριτος, ὁ δὲ ποτάμιος βρωμώδης, καὶ ὁ ταῖς ἀ-
κάνθαις καὶ τοῖς θαμνίσκοις προσκεκολλημένος ἀγρίοις [1], ὅν τινες σέσιλον <ἢ σεσέλιτα> καλοῦσι, ταρα-
κτικὸς [ἐστὶ] κοιλίας καὶ στομάχου, ἐμετοποιός. {2} δύναται δὲ πάντων τὰ ὄστρακα κεκαυμένα
θερμαίνειν καὶ καίειν, σμήχειν λέπρας, ἀλφούς, ὀδόντας. οὐλὰς δὲ τὰς ἐν ὀφθαλμοῖς
καὶ λευκώματα καὶ ἐφήλεις καὶ ἀμβλυωπίας μετὰ τῆς σαρκὸς ὅλοι καέντες καὶ λειανθέντες
καὶ ἐγχριόμενοι σὺν μέλιτι ἀποκαθαίρουσιν. ὠμοὶ δὲ σὺν τοῖς κελύφεσι καταπλασθέντες
ἐξικμάζουσι τὰ ὑδρωπικὰ οἰδήματα καὶ οὐκ ἀφίστανται, πρὶν ἢ πᾶν ἀνικμασθῆναι τὸ ὑ-
γρόν· καὶ ποδαγρικὰς δὲ φλεγμονὰς πραύνουσι, καὶ σκόλοπας ἕλκουσιν ὁμοίως καταπλα-
σθέντες, καὶ ἔμμηνα ἄγουσι λεῖοι προστιθέμενοι. {3} αἱ δὲ σάρκες αὐτῶν λεῖαι σὺν <σμύρνῃ καὶ> λιβα-
νωτῷ καταπλασθεῖσαι τραύματα καὶ μάλιστα τὰ κατὰ τὰ νεῦρα κολλῶσι, καὶ τὰς ἐκ μυκτήρων
αἱμορραγίας σὺν ὄξει λειανθέντες ἐπέχουσι. ζῶσα δὲ ἡ σὰρξ καταποθεῖσα, τοῦ λιβυκοῦ μάλι-
στα, ἀλγηδόνας στομάχου παύει. μετὰ δὲ τοῦ ὀστράκου ὅλος τριβεὶς καὶ μετ᾽ οἴνου καὶ σμύρνης
fol. fol.
ποθεὶς ὀλίγος [2] κολικοὺς θεραπεύει καὶ κύστεως ἀλγήματα. ἀνακολλᾷ δὲ καὶ τρίχας ὁ χερσαῖος,
ἐάν τις βελόνην κατὰ τῆς σαρκὸς αὐτοῦ φέρων τῷ προισταμένῳ γλοιώδει προσάπτηται τῆς
τριχός.