Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
esquenanto | skhoînos σχοῖνος |
Cymbopogon schoenanthus Spreng. |
1.17 |
ιζ (17)
περὶ σχοίνου· σχ<ο>ῖνος· ἡ μέν τις γίνεται ἐν λιβύῃ ἡ δὲ
ἐν ἀραβίᾳ, ἑτέρα δὲ ἐν τῇ <Ν>αβαταίᾳ λεγομένῃ [1], ἥτις ἐστὶ κρατίστη· δευτερεύει δὲ
ἡ ἀραβική, ἣν ἔνιοι βαβυλώνιον καλοῦσιν, οἱ δὲ τευχῖτιν, ἡ δὲ λιβυκὴ ἄχρηστος.
ἐκλέγου δὲ τὴν πρόσφατον, ἔμπειρον [2], πολυανθῆ, σχιζομένην δὲ ἐμπόρ-
φυρον καὶ λεπτήν, ῥοδίζουσαν τῇ εὐωδίᾳ, ἐπειδὰν διατριβῇ [3] ταῖς χερσί, καὶ δά-
κνουσαν τὴν γλῶσσαν μετὰ ποσῆς πυρώσεως. χρῆσις δὲ τοῦ ἄνθους καὶ τῶν καλάμων
καὶ τῆς ῥίζης. {2} δύναμιν δὲ ἔχει [4] διουρητικήν, [ἐμμήνων ἀγωγόν, πνευμάτων διαλυ-
τικήν, κεφαλῆς καρηβαρικήν, ὑποστύφουσαν μετρίως. ἔτι δὲ θρυπτικὴν, πε-
πτικήν, ἀναστομωτικήν καὶ διουρητικήν.] τὸ μὲν οὖν ἄνθος αὐτῆς <ἐν> ποτήμασι χρή-
σιμον πρὸς αἵματος ἀναγωγὰς καὶ πόνους στομάχου, πνεύμονος, ἥπατος, νεφρῶν·
μείγνυται δὲ καὶ εἰς ἀντιδότους. ἡ δὲ ῥίζα στυπτικωτέρα, διὸ καὶ τοῖς ἀσώδεσι στο-
μάχοις δίδοται, ὑδρωπιῶσί τε καὶ σπάσμασι μετὰ ἴσου πεπέρεως δραχμῆς <μιᾶς ὁλκὴ> πρὸς ἡμέρας
τινάς. τὸ δὲ ἀπόζεμα αὐτῆς ταῖς περὶ μήτραν φλεγμοναῖς εἰς ἐγκάθισμα ἁρμόδιον.