Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
judía | smîlax kēpaîa σμῖλαξ κηπαῖα |
Phaseolus vulgaris L. |
2.146 |
σοε (275)
Texto provisional
σμῖλαξ κηπαία, ἧς ὁ καρπὸς λόβια, ὑπ᾽ ἐνίων δὲ ἀσπάραγος καλεῖται. φύλλα ἔχει ὅμοια κισσῷ, μαλακώτερα δέ, καυλοὺς δὲ λεπτοὺς καὶ ἕλικας περιπλεκομένας τοῖς παρακειμένοις θαμνίοις, αὐξανομένας τε ἐφ᾽ ἱκανὸν ὥστε καὶ σκηνοποιεῖσθαι. καρπὸν δὲ φέρει ὅμοιον τήλιδι, μακρότερον δὲ καὶ ἐπισωματώτερον, ἐν ᾧ σπέρματα ὅμοια νεφροῖς, οὐκ ἰσόχροα, ἐκ μέρους δὲ ὑποπυρρίζοντα. λαχανεύεται δὲ εἰς βρῶσιν ὁ καρπὸς ἑψόμενος σὺν τῷ σπέρματι ὡς ἀσπάραγος, οὐρητικὸς ὢν καὶ δυσόνειρος.