Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
meliloto | melílōtos μελίλωτος |
Melilotus officinalis L. |
3.40 |
τνδ (354)
Texto provisional
μελίλωτος· κράτιστος ὁ ἐν Ἀττικῇ καὶ Κυζίκῳ καὶ Χαλκηδόνι γεννώμενος, κροκίζων καὶ εὐώδης· φύεται δὲ καὶ ἐν Καμπανίᾳ περὶ Νῶλαν τηλίζων καὶ ἄτονος κατὰ τὴν εὐωδίαν. δύναμιν δὲ ἔχει στυπτικήν, μαλακτικὴν πάσης φλεγμονῆς, μάλιστα δὲ τῆς περὶ ὀφθαλμοὺς καὶ μήτραν καὶ δακτύλιον καὶ διδύμους μετὰ γλυκέος ἑψηθεὶς καὶ καταπλασθείς, ἐνίοτε δὲ καὶ ᾠοῦ λεκίθου ὀπτῆς παραμιγείσης ἢ τηλίνου ἀλεύρου ἢ 3.40.2 λινοσπέρμου ἢ γύρεως ἢ κωδυῶν ἢ σέρεως· θεραπεύει καὶ μελικηρίδας προσφάτους καθ᾽ ἑαυτὸν ἐν ὕδατι καὶ ἀχῶρας σὺν γῇ Χίᾳ καὶ οἴνῳ ἢ κηκίδι καταχριόμενος ἄλγημά τε στομάχου μετ᾽ οἴνου ἑφθός <τε> καὶ ὠμὸς σύν τινι τῶν προειρημένων καὶ ὠταλγίας παύει σὺν γλυκεῖ ὠμὸς χυλισθεὶς καὶ ἐνσταζόμενος καὶ κεφαλαλγίας πραΰνει ἐμβρεχόμενος μετ᾽ ὄξους καὶ ῥοδίνου.