Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
hidromiel de agua marina | thalassómeli θαλασσόμελι |
- | 5.12 |
χοη (678)
Texto provisional
θαλασσόμελι δοκεῖ καθαίρειν ἀνδρικῶς. σκευάζεται δὲ μέλιτος καὶ ὕδατος ὀμβρίου καὶ θαλάσσης ἴσων διυλισθέντων καὶ ἡλιασθέντων ἐν ἀγγείῳ πεπισσωμένῳ ἐν τοῖς ὑπὸ κύνα καύμασιν. οἱ δὲ δύο μέρη θαλάσσης ἀφηψημένης καὶ ἓν μέλιτος μείξαντες καταγγίζουσι· μετριώτερον δὲ γίνεται καὶ ἐπιεικέστερον τὸ τοιοῦτον τῆς θαλάσσης.