Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
moral | moréa μορέα |
Morus nigra L. |
1.126 |
fol. fol.
ρκϚ (126)
περὶ μορέας·
μορέα ἢ συκαμινέα [1] δένδρον ἐστὶ γνώριμον, ἧς [2] ὁ καρπὸς λυτικὸς κοιλίας, εὔφθαρτος,
κακοστόμαχος· καὶ ὁ ἐξ αὐτοῦ δὲ χυλὸς τὰ αὐτὰ δρᾷ, ἑψηθεὶς δὲ ἐν χαλκώματι ἢ ἡλια-
σθεὶς στυπτικώτερος γίνεται. μιγέντος δὲ αὐτῷ ὀλίγου μέλιτος ποιεῖ πρὸς ῥεύματα
καὶ νομὰς καὶ παρίσθμια φλεγμαίνοντα· ἐπιτείνεται δὲ καὶ ἡ δύναμις αὐτοῦ παραμι-
γείσης στυπτηρίας σχιστῆς καὶ κυκίδος [3] [4] καὶ σμύρνης καὶ κρόκου, ἔτι δὲ καὶ μυρίκης καρποῦ
καὶ ἴριδος καὶ λιβανωτοῦ. τὰ δὲ ἄωρα μόρα ξηρὰ κοπέντα ἀντὶ ῥοὸς τοῖς ὄψοις μίγνυται
fol. fol.
καὶ κοιλιακοὺς ὀνίνησιν. {2} ὁ <δὲ> τῆς ῥίζης φλοιὸς συνεψηθεὶς ὕδατι καὶ ποθεὶς κοιλίαν λύει
καὶ πλατεῖαν ἕλμινθα ἐκτινάσσει καὶ τοῖς ἀκόνιτον πεπωκόσι βοηθεῖ. τὰ δὲ φύλλα
λεῖα σὺν ἐλαίῳ καταπλασθέντα πυρίκαυτα ἰᾶται, ἑψηθέντα δὲ ἐν ὀμβρίῳ ὕδατι σὺν
[σὺν] ἀμπέλου καὶ συκῆς μελαίνης φύλλοις βάπτει τρίχας. ὁ δὲ χυλὸς τῶν φύλλων φα-
λαγγιοδήκτοις ἀρήγει ποθεὶς κυάθου πλῆθος, τοῦ φλοιοῦ δὲ καὶ τῶν φύλλων τὸ ἀπόζε-
μα [5] διάκλυσμα εὔθετόν ἐστιν ὀδονταλγίαις [6]. ὀπίζεται δὲ περὶ τὸν πυραμητὸν τῆς ῥίζης περιο-
ρυχθείσης καὶ ἐκκοπείσης· εὑρίσκεται γὰρ τῇ ὑστεραίᾳ ἐπίπαγός τις, ὃς πρός τε ὀδον-
ταλγίας ποιεῖ καὶ φύματα διαφορεῖ καὶ κοιλίαν καθαίρει.