Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
miosotis | myós ôta μυὸς ὦτα |
Thelygonum cynocrambe L. |
4.86desplazado |
τιβ (312)
Texto provisional
μυοσωτίς·οἱ δὲ μυ<όσ>ωτον, οἱ δὲ ἀνθύλλιον, οἱ δὲ ἀλσίνη, οἱ δὲ μυότροχον, οἱ δὲ μυρτόσπληνον, Ῥωμαῖοι μοῦρις αὐρίκουλα, Ἄφροι λαυαθθαλβάθ. οἱ δὲ μυὸς ὦτα ἀπὸ τοῦ ὅμοια ἔχειν φύλλα μυὸς ὠτίοις, ἀλσίνη δὲ διὰ τὸ σκιεροὺς καὶ ἀλσώδεις φιλεῖν τόπους. πόα ὁμοία ἑλξίνῃ, ταπεινοτέρα δὲ καὶ μικροφυλλοτέρα καὶ οὐ δασεῖα, διατριφθεῖσά τε σικύων ὄζει. δύναμιν δὲ ἔχει ψυκτικήν, στυπτικήν, ἁρμόζουσαν πρὸς φλεγμονὰς ὀφθαλμῶν μετ᾽ ἀλφίτου καταπλασσομένη, καὶ πρὸς ὤτων πόνον ὁ χυλὸς αὐτῆς ἐνσταζόμενος· καὶ καθόλου δύναται τὰ αὐτὰ τῇ ἑλξίνῃ.