Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
piedra frigia | líthos Phrýgios λίθος Φρύγιος |
- | 5.123 |
ψϟγ (793)
Texto provisional
λίθος Φρύγιος, ᾧ ἐν Φρυγίᾳ οἱ βαφεῖς χρῶνται, ὅθεν καὶ ὠνόμασται, γεννᾶται ἐν Καππαδοκίᾳ. ἄριστος δέ ἐστιν ὁ ὠχρὸς καὶ μέσως βαρύς, οὐκ ἰσότονος τῇ συγκρίσει τοῦ χρώματος, ἔχων δὲ διαφύσεις λευκὰς ὡς ἡ καδμεία. {2} καίεται δὲ οὕτως· βρέξας αὐτὸν ὡς ὅτι καλλίστῳ οἴνῳ διαπύροις ἔγκρυψον ἄνθραξι καὶ ῥίπιζε συνεχῶς· ὅταν δὲ μεταβάλῃ τὴν χρόαν κιρρότερος γενόμενος, ἐξελὼν <αὐτὸν> σβέσον τῷ αὐτῷ οἴνῳ, καὶ πάλιν εἰς τοὺς ἄνθρακας ἀποθέμενος τὰ αὐτὰ ποίει· καῖε δ᾽ αὐτὸν καὶ ἐκ τρίτου, προσέχων μὴ θρυβῇ καὶ ἀπασβολωθῇ. {3} δύναμιν δὲ ἔχει ὠμός τε καὶ κεκαυμένος στυπτικὴν ἐνεργῶς, ἔτι δὲ ἀνακαθαρτικὴν καὶ ἐσχαρωτικήν, κατακαυμάτων τε ἰατικὴν σὺν κηρωτῇ <καὶ> σηπτικὴν ποσῶς. πλύνεται δὲ ὡς ἡ καδμεία.