Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
sôry gr. | sôry (sôri) σῶρυ (σῶρι) |
- | 5.102 |
ψοβ (772)
Texto provisional
τὸ δὲ σῶρι ἔνιοι ὑπέλαβον εἶναι μελαντηρίαν πλανώμενοι· ἴδιον γάρ ἐστι γένος, οὐκ ἀφόμοιον, βρωμωδέστερον δὲ τὸ σῶρι καὶ ναυτίας ποιητικόν. εὑρίσκεται δὲ ἐν Αἰγύπτῳ καὶ ἐν ἄλλοις τόποις, ὡς ἐν Λιβύῃ καὶ Σπανίᾳ καὶ Κύπρῳ. προκριτέον δὲ τὸ Αἰγύπτιον καὶ ἐν τῷ θραυσθῆναι μελάντερον φαινόμενον, κατατρήσεις τε πολλὰς ἔχον καὶ ὑπολίπαρον, ἔτι δὲ στῦφον καὶ πρὸς τὴν κατάποσιν ἢ ὄσφρησιν βρωμῶδες καὶ ἀνατρεπτικὸν στομάχου. {2} τὸ δὲ λαμπυρίζον ἐν τῷ θραυσθῆναι ἐμφερῶς τῷ μίσυι ἑτερογενές τε καὶ ἀσθενὲς οἰητέον εἶναι. δύναμιν δὲ ἔχει καὶ καῦσιν τὴν αὐτὴν τοῖς προειρημένοις. ἰᾶται δὲ καὶ ὀδονταλγίας ἐντιθέμενον εἰς τὰ βρώματα καὶ τοὺς ὑποσάλους <δὲ> ὀδόντας κρατύνει, καὶ ἰσχιαδικοῖς βοηθεῖ μετ᾽ οἴνου ἐγκλυζόμενον, ἰόνθους τε σβέννυσι μεθ᾽ ὕδατος καταχρισθέν· {3} μείγνυται καὶ εἰς τριχῶν μελάσματα. κοινῷ δὲ τρόπῳ ἐπί τε τούτων σχεδὸν καὶ τῶν ἄλλων πάντων δυναμικώτερα τὰ ἀκατάκαυτα τῶν κεκαυμένων ἡγητέον, πλὴν ἁλῶν καὶ τρυγὸς καὶ νίτρου καὶ τιτάνου καὶ τῶν ὁμοίων, ὅσα ὠμὰ ὄντα ἀνίεται τὴν δύναμιν· ταῦτα γὰρ ἐμπρακτότερα γίνεται καιόμενα.