Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
pino piñonero | pítys πίτυς |
Pinus pinea L. Pinus laricio Poir. |
1.69 |
fol. fol.
ξθ (69)
περὶ πίτυος· πίτυς γνώριμον δένδρον. ἔστι δὲ
τοῦ αὐτοῦ γένους καὶ ἡ λεγομένη πεύκη, εἴδει διαφέρουσα. ἀμφοτέρων δὲ ὁ φλοιός [ἐστι]
στυπτικός, ἁρμόζων πρός τε παρατρίμματα λεῖος καταπλασσόμενος καὶ πρὸς τὰ ἐπιπό-
λαια τῶν ἑλκῶν καὶ <κατα>κεκαυμένα σὺν λιθαργύρῳ καὶ μάννῃ. ἀναλημφθεὶς δὲ κηρωτῇ
μυρσίνῃ ἀπουλοῖ τὰ ἐπὶ τῶν τρυφεροχρώτων ἕλκη καὶ τὰ ἑρπυστικὰ ἐπέχει μετὰ χαλ-
κάνθης [1] λεῖος, ἔμβρυά τε καὶ δεύτερα [ὑστέρα] ὑποθυμιαθεὶς ἐκβάλλει, κοιλίαν τε ποθεὶς ἐφί-
στησι καὶ οὖρα κινεῖ. {2} καὶ τὰ φύλλα δὲ αὐτῶν καταπλασθέντα λεῖα φλεγμονὰς παρηγορεῖ
καὶ τραύματα ἀφλέγμαντα διατηρεῖ, λειανθέντα δὲ καὶ ἑψηθέντα ἐν ὄξει ὀδονταλγίας
fol. fol.
πραύνει διακλυζόμενα θερμὰ· ἁρμόζει δὲ καὶ ἡπατικοῖς τῶν φύλλων ὁλκὴ μία σὺν ὕ-
δατι ἢ μελικράτῳ ποθεῖσα. ποιεῖ δὲ τὰ αὐτὰ καὶ ὁ τῆς στροβύλου [2] φλοιὸς καὶ τὰ φύλλα
ποθέντα, καὶ τὸ ἐξ αὐτῶν δὲ δᾳδίον σχισθὲν εἰς λεπτὰ καὶ <συν>εψηθὲν [σύν] ὄξει ὀδονταλγίας
παύει κρατουμένου τοῦ ἀφεψήματος κατὰ τοῦ πεπονθότος ὀδόντος, καὶ σπάθη δὲ
ἐξ αὐτῶν γίνεται εἰς ἀκόπων σκευασίαν καὶ πεσσῶν ἐπιτήδειος. {3} ἡ δὲ ἐξ αὐτῶν λιγνὺς
καιομένων ἐκλαμβάνεται πρὸς μέλανος γραφικοῦ κατασκευήν, ποιοῦσα καὶ πρὸς καλ-
λιβλέφαρα καὶ κανθοὺς βεβρωμένους πρός τε πτίλα βλέφαρα καὶ ὀφθαλμοὺς
δακρύοντας.