Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
sabina | bráthys βράθυς |
Juniperus sabina L. |
1.76 |
fol. fol.
οϚ (76)
περὶ βράθυος· βράθυ, οἱ δὲ βάρυτον [1], [οἱ δὲ βάραθρον [2],
ῥωμαῖοι ἕρμα [3] σαβίνα.] ἔστι τούτου εἴδη δύο· τὸ μὲν γάρ αὐτοῦ ἐστι τοῖς φύλλοις ὅμοιον
κυπαρίσσῳ, ἀκανθωδέστερον δὲ καὶ βαρύοσμον, [δριμὺ, πυρωτικόν,] κολοβόν τε τὸ δένδρον
καὶ εἰς πλάτος μᾶλλον <ἐκ>χεόμενον· χρῶνται δέ τινες [4] τοῖς φύλλοις ἀντὶ θυμιάματος. τὸ δὲ
fol. fol.
ἕτερόν ἐστι μυρίκῃ τοῖς φύλλοις ὅμοιον. ἀμφοτέρων δὲ τὰ φύλλα ἵστησι νομὰς καὶ φλεγμονὰς
καταπλαττόμενα πραύνει, ἀποκαθαίρει τε μελανίας σὺν μέλιτι καταπλασσόμενα καὶ
τὰς ῥυπαρίας καὶ ἄνθρακας περιρρίπτει [5] [σὺν οἴνῳ] ποθέντα <δὲ> καὶ αἷμα δι᾽ οὔρων ἄγει
ἔμβρυα τε κατασπᾷ [6]·προστεθέντα δὲ καὶ ὑποθυμιαθέντα τὸ αὐτὸ ποιεῖ. μί-
γνυται δὲ καὶ τοῖς θερμαντικοῖς χρίσμασιν, ἰδίως δὲ τῷ γλευκίνῳ.