Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
granada | rhóa ῥόα |
Punica granatum L. |
1.110 |
ρι (110)
περὶ ῥόας·
ῥόα πᾶσα εὔχυμος [1], εὐστόμαχος, ἄτροφος. τούτων μέντοι ἡ γλυκεῖα εὐστομωτέρα, θερ-
μασίαν ποσὴν <ἐγ>γεννῶσα περὶ στόμαχον καὶ πνευματοῦσα, ὅθεν ἐπὶ [μὲν] τῶν πυρεσσόντων
ἐστὶν ἄθετος· ἡ δὲ ὀξεῖα καυσουμένῳ στομάχῳ βοηθεῖ, καὶ ἔστιν σταλτικωτέρα καὶ οὐρη-
τικώτερα [2], ἄστομος δὲ καὶ στυπτική· ἡ δὲ οἰνώδης μέσην ἔχει δύναμιν. {2} τῆς δὲ ὀξείας
ὁ πυρὴν ξηρανθεὶς ἐν ἡλίῳ καὶ ἐπιπασόμενος [3] προσοψήμασι <καὶ> συνεψόμενος κοιλίαν
καὶ στομάχου ῥεῦμα ἵστησιν, ἀποβραχεὶς δὲ ἐν ὀμβρίῳ ὕδατι αἱμοπτυικοὺς ὠφελεῖ
πινόμενος, καὶ εἰς ἐγκάθισμα δυσεντερικῶν καὶ ῥοικῶν ἁρμόζει. εὔχρηστον δὲ τὸ ἀπόθλιμ-
μα τῶν πυρήνων ἑψηθὲν καὶ μιγὲν μέλιτι πρός τε τὰ ἐν στόματι καὶ αἰδοίῳ καὶ ἕδρᾳ ἕλ-
κη καὶ πτερύγια τὰ ἐν δακτύλοις, νομάς τε καὶ ὑπεροχὰς. καὶ ὠταλγίας καὶ τὰ ἐν μυκτῆρσι,
καὶ μάλιστα τῆς ὀξείας.