Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
rabo de gato | sidērîtis σιδηρῖτις |
Sideritis sp. pl. |
4.33 |
fol. fol.
φε (505)
Texto provisional
<περὶ σιδηρίτιδος·> σιδηρῖτις, οἱ δὲ Ἡρακλεί-
αν· [προφῆται γόνος σκορπίου, οἱ δὲ αἷμα Τιτάνου, οἱ δὲ οὐρὰ σκορπίου, Πυθαγόρας πάρμο-
ρον, Ἀνδρέας ξανθοφαναία, Ὀσθάνης βούφθαλμον, Αἰγύπτιοι σενωδιονώρ, Ῥωμαῖοι οὐερ-
τούμνουμ, [1] οἱ δὲ σωλάστρουμ, [2] Ἄφροι οὐδοδοννίν] πόα ἐστὶ φύλλα ἔχουσα ὅμοια πρασίῳ,
ἐπιμηκέστερα δὲ πρὸς τὰ τοῦ ἐλελισφάκου ἢ δρυός, μικρότερα μέντοι καὶ τραχέα. καυλοὺς δὲ
fol. fol.
ἀνίησι τετραγώνους, σπιθαμιαίους ἢ καὶ μείζονας, οὐκ ἀηδεῖς ἐν τῇ γεύσει καὶ ποσῶς ὑποστύφοντας, ἐφ᾽ οἷς ἐκ διαστημάτων σφόνδυλοι περιφερεῖς ὥσπερ πρασίου, καὶ ἐν αὐτοῖς σπέρμα μέλαν· φύεται ἐν ὑποπέτροις χωρίοις. δύναμιν δὲ ἔχει τὰ φύλλα καταπλασσόμενα τραυμάτων κολλητικὴν καὶ ἀφλέγμαντον.