Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
carne de víbora | ekhídnēs sárx ἐχίδνης σάρξ |
Vipera ... |
2.16 |
ρμε (145)
περὶ σαρκὸς ἐχίδνης· ἐχίδνης σὰρξ ἑψηθεῖ-
σα καὶ ἐσθιομένη ὀξυδερκεῖς ποιεῖ τὰς ὄψεις καὶ πρὸς τὰ νευρικὰ ἁρμόζει καὶ τὰς
αὐξανομένας χοιράδας ἵστησι. δεῖ δὲ ἐκδείραντας αὐτὴν ἀποκόπτειν τὴν κεφαλὴν καὶ τὴν
οὐρὰν διὰ τὸ ἐν αὐτοῖς ἄσαρκον, μυθώδης γὰρ ἡ πρὸς τὸ μέτρον ἀποκοπὴ τῶν ἄκρων·
τὸ δὲ λοιπὸν [1] πλύναντάς τε καὶ τεμαχίσαντας ἕψειν μετὰ ἐλαίου καὶ οἴνου καὶ ἁλῶν ὀλίγων
καὶ ἀνήθου. φασὶ δὲ τοὺς προσφερομένους γεννᾶν φθεῖρας, ὅπερ ἐστὶ ψεῦδος· προσι-
στοροῦσι δὲ ἔνιοι καὶ μακρογήρους [2] γίνεσθαι τοὺς ἐσθίοντας αὐτάς. {2} κατασκευάζονται δὲ καὶ
ἅλες ἐξ αὐτῶν πρὸς τὰ αὐτά, πλὴν ὁμοίως <οὐκ> ἐνεργοῦσι. καθίεται δὲ ἔχιδνα ζῶσα
εἰς καινὴν χύτραν καὶ μετ᾽ αὐτῆς ἁλῶν <καὶ> ἰσχάδων τετριμμένων ἀνὰ ξέσ<την> α' μετὰ μέλιτος κυ<άθων> Ϛ',
<καὶ> περιχρίεται <δὲ> πηλῷ τὸ πῶμα τῆς χύτρας καὶ ὀπτᾶται ἐν καμίνῳ, ἄχρις οὗ ἀνθρα-
κωθῶσιν οἱ ἅλες. μετὰ δὲ τοῦτο λειοτριβηθέντες ἀποτίθενται, ἐνίοτε μιγνυμένου πρὸς
εὐστομίαν αὐτοῖς ναρδοστάχυος ἢ φύλλου [ἢ] μαλαβάθρου βραχέος.