Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
nogal | kárya basiliká κάρυα βασιλικά |
Juglans regia L. |
1.125 |
ρκε (125)
περὶ καρύων βασιλικῶν· κάρυα βασιλικά, ἃ ἔνιοι περσικὰ καλοῦσιν, ἐσ-
θιόμενα δύσπεπτα, κακοστόμαχα, χολοποιά, κεφαλαλγῆ, βήσσουσιν ἐναντία. χρή-
σιμα δὲ βιβρωσκόμενα πρὸς ἐμέτους νήστει, καὶ θανασίμων φαρμάκων [ἐστὶν] ἀντιφάρμα-
κα [1], προβρωθέντα [καὶ ἐπιβρωθέντα καὶ ἐπιβρωθέντα] σὺν ἰσχάσι καὶ πηγάνῳ, πλείονα δὲ
βρωθέντα πλατεῖαν ἕλμινθα ἐκτινάσσει· ἐπιπλάσσεται [2] δὲ καὶ μαστοῖς φλεγμαίνουσι
[καὶ ἀποστήμασι] καὶ στρέμμασι σὺν ὀλίγῳ μέλιτι καὶ πηγάνῳ. μετὰ δὲ κρο[μ]μύου καὶ ἁλὸς
καὶ μέλιτος πρὸς κυνόδηκτα καὶ ἀνθρωπόδηκτα ποιεῖ, πυρωθέντα δὲ σὺν τῷ κελύφει
καὶ ἐπιτεθέντα τῷ ὀμφαλῷ στρόφους παύει. {2} τὸ δὲ λέπυρον καὲν καὶ τριφθὲν ἐν οἴνῳ καὶ ἐ-
λαίῳ <καὶ> παιδίοις ἐπιχρισθέν, καλλίτριχόν ἐστι καὶ ἀλωπεκίας δασύνει, καὶ ἔμμηνα <ἐφ>ίστησι τὸ
ἐντὸς αὐτοῦ λεῖον καὲν καὶ σὺν οἴνῳ προστιθέμενον. τῶν δὲ παλαιῶν καρύων τὰ ἐντὸς καταπλα-
σθέντα γαγγραίνας καὶ ἄνθρακας [3], καὶ αἰγιλώπας [4] καὶ ἀλωπεκίας μασηθέντα καὶ ἐπιτε-
θέντα ἰᾶται [συντόμως]. γίνεται δὲ καὶ ἔλαιον ἐξ αὐτῶν κοπτομένων καὶ ἐκθλιβομένων. τὰ δὲ χλω-
ρὰ ἧττον κακοστόμαχα, γλυκύτερα ὄντα, διὸ καὶ τοῖς σκόρδοις μίγνυται πρὸς τὸ τὴν δριμύτη-
τα περιαιρεῖν· αἴρει δὲ καὶ πελιώματα καταπλασθέντα.