Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
jopillo de zorro | sēsamoeidés méga σησαμοειδὲς μέγα |
Reseda alba L. |
4.149 |
fol. fol.
χκγ (623)
Texto provisional
<περὶ σησαμοειδοῦς·> σησαμοειδὲς τὸ μέγα, [οἱ δὲ σησαμίτης [1], οἱ δὲ σησαμίς,
fol. fol.
οἱ δὲ λυκοσκυτάλιον, οἱ δὲ ἐλλέβορος λευκός, οἱ δὲ Ἀντικυρικὸν ἐλλέβορον καλοῦσιν.] ὃ <οἱ> ἐν Ἀντικύρᾳ ἐλλέβορον καλοῦσι διὰ τὸ μείγνυσθαι ἐν ταῖς καθάρσεσι τῷ λευκῷ ἐλλεβόρῳ. ἔοικεν ἡ πόα ἠριγέροντι ἢ πηγάνῳ· φύλλα μακρά, ἄνθος λευκόν, ῥίζα ἰσχνή, ἄπρακτος, σπέρμα ὅμοιον σησάμῳ, πικρὸν ἐν τῇ γεύσει, ὃ καθαίρει ἄνω φλέγμα καὶ χολὴν ὅσον τοῖς τρισὶ δακτύλοις λημφθὲν λεῖον μετὰ ἐλλεβόρου λευκοῦ τριῶν ἡμιωβολίων σὺν μελικράτῳ.