Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
aceite perfumado de rosas | rhodinē skeuasía ῥοδινινὴ σκευασία |
Rosa gallica L. |
1.43 |
fol. fol.
μγ (43)
περὶ ῥοδίνου
σκευασία· [ῥόδινον ἔαλιον γίνεται οὕτω·] σχ<ο>ίνου λίτρ<ας> ε' οὐγγ<ίας> η', ἐλαίου λίτρας β' [1] οὐγγ<ίας> ε' κόψας καὶ
φυράσας ἐν ὕδατι ἕψε ἀνακινῶν, εἶτα ἀπηθήσας εἰς τὰς εἴκοσι λίτρ<ας> καὶ οὐγγ<ίας> ε' τοῦ ἐλαίου
βάλε ῥόδων ἀβρόχων ἀριθμῷ χίλια [2] <τὰ πέταλα>, καὶ τὰς χεῖρας μέλ<ιτι> χρίσας <εὐώδει> ἀνακίνει πολλάκις [3] ὑπο-
θλίβων ἠρέμα, ἔπειτα ἐάσας τὴν νύκτα ἔκθλιβε. ὅταν δὲ τὸ τρυγῶδες ὑπο-
στῇ, ἄλλαξον τὸ ὑποδεχόμενον ἀγγεῖον, ἀποτίθεσο δὲ εἰς κρατῆρα μέλιτι κατακεχρισ-
μένον. βαλὼν δὲ εἰς λουτηρίδιον τὰ ἐξιπωμένα [4] ῥόδα ἐπίχει λίτρ<ας> η' οὐγγ<ίας> γ' τοῦ
ἐστυμμένου ἐλαίου καὶ πάλιν ἐξίπου. {2} ἔσται δέ σοι τοῦτο δεύτερον, κἂν βουληθῇς,
ἄχρι τρίτης καὶ τετάρτης ἀποβροχῆς [5] ἐπιχέων ἐξίπου· γίνεται γὰρ τὸ μὲν πρῶ-
τον, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον, τὸ δὲ τέταρτον τὸ μύρον. ὁσάκις δ᾽ ἂν ποιῇς,
τοὺς κρατῆρας προκατάχριε μέλιτι. εἰ δὲ θέλεις δευτέραν ἐπιβολὴν [6] ποιήσασθαι, εἰς τὸ
πρῶτον ἐξιπωθὲν ἔλαιον τὸν ἴσον ἀριθμὸν προσφάτων ῥόδων ἀβρόχων ἔμ-
βαλε, καὶ ἀνακινῶν [7] ταῖς χερσὶ προδεδευμέναις μέλιτι ἐκπίεζε καὶ ποίει τὸ
δεύτερον καὶ τρίτον καὶ τέταρτον ὁμοίως ἐκθλίβων. καὶ ὁσάκις δ᾽ ἂν ποιῇς τοῦτο, νεαρὰ
ὀνυχίζων πρόσβαλε ῥόδα· δυναμικώτερον γὰρ γίνεται. ἄχρι δὲ ἑβδόμης [8] ἐπιδέ-
χεται τὸ ἔλαιον τὴν ἐμβροχὴν [9] τῶν ῥόδων, ἔπειτα δὲ οὐκέτι· κεχρίσθω δὲ καὶ ἡ ληνὸς
μέλιτι. δεῖ δὲ ἐπιμελῶς τὸ ἔλαιον τοῦ χυλοῦ χωρίζειν. <συν>απολειφθὲν γὰρ [10] τοὐλάχι-
στον τὸ μύρον φθείρει. ἔνιοι δὲ αὐτὰ μόνα τὰ ῥόδα ὀνυχίσαντες [11] [καὶ ἡλιάσαντες]
<ἐν>αποβρέχουσι τῷ ἐλαίῳ [ἔχοντες σταθμὸν οὐγγ<ίων> Ϛ' εἰς ἕνα ξέστην ἐλαίου] καὶ μαλλάσσοντες [12]
<παρ᾽> ἡμέρας ζ' [ἡλιάζοντες ἐπὶ ἡμέρας μ'] ἄχρι[ς] γ' βροχῆς οὕτως ἀποτίθενται.
ἔνιοι δὲ προστύφουσι τὸ ἔλαιον, κάλαμον καὶ ἀσπάλαθον <παρ>εμβάλλοντες, οἱ δὲ καὶ ἄγχουσαν
fol. fol.
ἕνεκα εὐχροίας καὶ ἅλας πρὸς τὸ μὴ ὄζειν [13]. {4} δύναμιν δὲ ἔχει στυπτικήν, ψυκτικήν [14], εὔ-
θετον εἰς εὑρέματα [15] καὶ καταπλασμάτων μείξεις. λύει δὲ καὶ κοιλίαν ποτιζόμενον καὶ καῦ-
σον σβέννυσι στομάχου· ἔστι δὲ καὶ θρεπτικὸν κοίλων ἑλκῶν καὶ τῶν κακοήθων πραυντι-
κόν, ἀχώρων καὶ ἐκζεμάτων ἐπάλειμμα, κεφαλαλγίας ἔμβρεγμα ἐν ἀρχῇ, ὀδονταλ-
γίας καὶ [16]διάκλυσμα. ποιεῖ δὲ καὶ πρὸς βλέφαρα ἐσκληρυμμένα ἐγχριόμενον, πρός τε
ἐντέρων ἐρεθισμοὺς καὶ ὑστέρας <φλεγμονὰς> ἐγκλυζόμενον χρήσιμον.