Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
vino de betónica | ek késtrou psykhrotróphou oînos ἐκ κέστρου ψυχροτρόφου οἴνος |
- | 5.44 |
ψιβ (712)
Texto provisional
γίνεται δὲ καὶ ἐκ κέστρου τοῦ ψυχροτρόφου οἶνος. δεῖ δὲ λαμβάνειν τὴν πόαν σπέρματος πλήρη πεπείρου σὺν τοῖς κλάδοις καὶ μνᾶν μίαν βάλλειν εἰς οἴνου χοεῖς β, ἐᾶν τε ἑπτὰ μῆνας καὶ οὕτω μεταγγίζειν. ποιεῖ δὲ πρὸς πολλὰ τῶν ἐντός, πρὸς ἅπερ καὶ ὁ θάμνος αὐτῆς. καὶ καθόλου πάντες οἱ σκευαστοὶ οἶνοι ἀναλαμβάνουσι τὴν δύναμιν τῶν μειγμάτων, διὸ τοῖς τὰς ἐκείνων ἐπιγινώσκουσι φύσεις εὐχερὲς καὶ τὰς τῶν οἴνων δυνάμεις συμβάλλειν· τοῖς ἀπυρέτοις μέντοι ἐστὶν ἡ τῶν οἴνων χρῆσις, καὶ ὄξος δὲ ἐξ αὐτοῦ γίνεται πρὸς τὰ ἐοικότα πάθη χρησιμεῦον.