Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
mirra bisabol | kánkamon κάγκαμον |
Commiphora kataf (Forssk.) Engl. |
1.24 |
κδ (24)
περὶ καγκάμου· κάγκαμον δάκρυόν ἐστι ἀραβικοῦ ξύλου, σμύρνῃ
ποσῶς ἐοικός, βρωμῶδες ἐν τῇ γεύσει, ᾧ θυμιάματι χρῶνται· ὑποκαπνίζουσι δὲ καὶ
τὰ ἱμάτια μετὰ σμύρνης καὶ στύρακος. δύναμιν δὲ ἔχει [1] ἰσχναντικὴν τῶν καταπιμέλων
τριωβόλου πλῆθος πινόμενον σὺν ὕδατι ἢ ὀξυμέλιτι ἐφ᾽ ἱκανὰς ἡμέρας· δίδοται
καὶ σπληνικοῖς καὶ ἐπιλημπτικοῖς καὶ ἀσθματικοῖς, ἔμμηνά τε ἄγει σὺν μελικράτῳ.
καθαίρει δὲ καὶ τὰς ἐν ὀφθαλμοῖς οὐλὰς ταχέως καὶ ἀμβλυωπίας ἰᾶται διεθὲν οἴνῳ,
πρός τε μυδήσεις οὔλων καὶ ὀδονταλγίας ὡς οὐδὲν ἕτερον ποιεῖ.