Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
bardana menor | xánthion ξάνθιον |
Xanthium strumarium L. |
4.136 |
χθ (609)
Texto provisional
ξάνθιον· οἱ δὲ φάσγανον, οἱ δὲ ἀντιθέσιον, οἱ δὲ χάσκανον, οἱ δὲ χοιραδόλεθρον, οἱ δὲ καὶ ταύτην ἀπαρίνην ἐκάλεσαν, [Ῥωμαῖοι λάππαμ]· φύεται ἐν εὐγείοις τόποις καὶ λίμναις ἀνεξηραμμέναις. καυλὸν δὲ ἔχει πηχυαῖον, λιπαρόν, γωνιοειδῆ καὶ ἀπ᾽ αὐτοῦ μασχάλας πλείονας, ἀνδραφάξει δὲ τὰ φύλλα ἐμφερῆ, ἐντομὰς ἔχοντα, καρδάμῳ δὲ τὴν ὀσμὴν παραπλήσιον· καρπὸν δὲ στρογγύλον, ὡς ἐλαίαν μεγάλην, ἀκανθώδη ὡς πλατάνου σφαῖραν, ἀντιλαμβανόμενον ἱματίων κατὰ τὴν ψαῦσιν. {2} δύναται δὲ ὁ καρπός, πρὶν τελείως ξηρανθῆναι, συλλεγεὶς καὶ κοπεὶς ἀποτεθείς τε εἰς κεραμεοῦν ἀγγεῖον τρίχας ξανθὰς ποιεῖν, ἐάν τις ἐπὶ τῆς χρήσεως λαβὼν τρυβλίου πλῆθος ἐξ αὐτοῦ διείς τε ὕδατι χλιαρῷ καὶ προεκνιτρώσας τὴν κεφαλὴν καταπλάσῃ· τινὲς δὲ καὶ μετ᾽ οἴνου κόψαντες αὐτὸ ἀποτίθενται. καταπλάσσεται δὲ καὶ πρὸς οἰδήματα ὁ καρπὸς ἐπιτηδείως.