Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
agalla | kēkís κηκίς |
Quercus infectoria Olivier Quercus L. |
1.107 |
ρζ (107)
περὶ κηκίδος· κηκὶς καρπός ἐστι δρυός, <ἧς> ἡ μέν
τις ὀμφακῖτις καλεῖται [1] μικρὰ καὶ κονδυλώδης, στιβαρά, ἀτρύπητος, ἡ δέ τις λεία καὶ κού-
φη καὶ τετρημένη. ἐκλέγεσθαι δὲ δεῖ τὴν ὀμφακῖτιν, ἐνεργεστέραν οὖσαν. ἀμφότεραι δὲ στύφου-
σιν ἱκανῶς καὶ στέλλουσι λεῖαι τὰς ὑπερσαρκώσεις ῥευματισμούς τε οὔλων καὶ κιονίδος καὶ
τὰς ἐν στόματι ἄφθας. τὸ δὲ μέσον αὐτῶν βρώματι ὀδόντων ἐντεθὲν παύει τὰς ὀδύνας, γί-
νονταί τε καὶ ἴσχαιμοι καεῖσαι ἐπ᾽ ἀνθράκων μέχρι [2] πυρώσεως καὶ κατασβεσθεῖσαι οἴνῳ ἢ
ὄξει ἢ ὀξάλμῃ. {2} τὸ δὲ ἀπόζεμα αὐτῶν ποιεῖ [καὶ] πρὸς [3] ἐγκαθίσματα <πρὸς> προπτώσεις ὑστέρας καὶ
ῥευματισμούς. μελαίνουσι δὲ καὶ τρίχας ἀποβραχεῖσαι <ἐν> ὄξει ἢ ὕδατι· ἁρμόζουσι δὲ καὶ κοιλια-
κοῖς καὶ δυσεντερικοῖς ἐπιπλαττόμεναι [4] οἴνῳ ἢ ὕδατι λεῖαι καὶ πινόμεναι τοῖς τε προσοψή-
μασι μιγνύμεναι ἢ προαφεψόμεναι ὅλαι ἐν τῷ ὕδατι, εἰς ὃ μέλλει τι ἕψεσθαι τῶν ἁρμοζόν-
των πρὸς αὐτούς. καὶ καθόλου ὅπου <τι> δεῖ στῦψαι [5] ἢ ἀναξηρᾶναι, παραλαμβάνεσθαι δεῖ [6] τὴν χρῆσιν
αὐτῶν.