Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
lirio ilírico | îris Illyrikē ἴρις Ἰλλυρική |
Iris florentina L. Iris germanica L. |
1.1 |
fol. fol.
α (1)
περὶ ἴριδος· ἴρις. [οἱ δὲ ἶρις ἰλλυρική, οἱ δὲ θελπίδη [1], οἱ δὲ οὐρανία, οἱ δὲ
καθαίρων, οἱ δὲ θαυμαστός, ῥωμαῖοι ῥάδιξ μουρικά, οἱ δὲ γαλδίολα [2], οἱ δὲ ὁ
περτρίτης, οἱ δὲ κονσακράτριξ, αἰγύπτιοι ναρί. ἀπὸ μὲν τῆς κατ᾽ οὐρανὸν ἐμ-
φερείας ὠνόμασται,] φύλλα δὲ φέρει ὁμοῖα ξιφίῳ, μείζονα δὲ καὶ πλατύτερα καὶ λι-
παρώτερα, ἄνθη ἐπὶ καυλῷ παράλληλα, ἐπικαμπῆ, ποικίλα· ἢ γὰρ λευκὰ ἢ ὠχρὰ
ἢ μήλινα ἢ πορφυρᾶ ἢ κυανίζοντα ὁρᾶται, ὅθεν διὰ τὴν ποικιλίαν ἀπεικάσθη
fol. fol.
Ἴριδι τῇ οὐ<ρα>νίᾳ. ῥίζαι ὕπεισι γονατώδεις, στερεαί, εὐώδεις, ἃς δεῖ μετὰ τὴν τομὴν ξη-
ράναντας ἐν σκιᾷ καὶ διείραντας λίνῳ ἀποτίθεσθαι. ἔστι δὲ βελτίων ἡ ἰλλυρικὴ καὶ μακε-
δονική, καὶ ἡ ταύαις ἀρίστη ἡ πυκνόρριζος καὶ ὑποκόλοβος καὶ δύσθραυστος καὶ τῇ
χρόᾳ ὑπόκιρρος καὶ σφόδρα εὐώδης καὶ τῇ γεύσει πυρω<δεσ>τέρα τήν τε ὀσμὴν εἰλικρι-
νὴς καὶ μὴ νοτίζουσα πταρμούς τε ἐν τῷ κόπτεσθαι κινοῦσα. δεύτερα δὲ ἡ λιβυκὴ
λευκή κατὰ χρόαν, πικρά πρὸς γεύσιν. παλαιούμεναι δὲ τερηδονίζονται, εὐωδέστεραι
μέντοι τότε γίνονται. {2} δύναμιν δὲ ἔχουσι πᾶσαι θερμαντικήν, λεπτυντικήν, ἁρμόζουσαν [3]
πρὸς βῆχας καὶ τὰ δυσανάγωγα ὑγρὰ λεπτοποιοῦσαι. καθαίρουσι δὲ πάθη [4] καὶ χολὰς
ποτιζόμεναι μεθ᾽ ὑδρομέλιτος ὁλκῆς [5] < ζ΄. εἰσὶ δὲ καὶ ὑπνοποιοὶ καὶ δακρυοποιοὶ
καὶ στρόφους ἰῶνται. μετ᾽ ὄξους δὲ πινόμεναι θηριοδήκτοις ἀρήγουσι καὶ σπληνικοῖς καὶ σπω-
μένοις καὶ περιψυχομένοις ἢ ῥιγοῦσι καὶ τοῖς γόνον προιεμένοις, σὺν οἴνῳ δὲ ποθεῖσαι ἄ-
γουσιν ἔμμηνα. καὶ τὸ ἀπόζεμα δὲ αὐτῶν πρὸς γυναικείους [6] πυρίας εὔθετον, μαλάσσον τοὺς
τόπους καὶ ἀναστομοῦν, ἰσχιάδος τε ἔγκλυσμα, καὶ συρίγγων καὶ κόλπων σαρκωτικόν.
{3} προστεθεῖσαι δὲ ὡς κολλύριον μετὰ μέλιτος ἔμβρυα κατασπῶσι. μαλάσσουσι δὲ χοιρά-
δας καὶ σκιρρώματα παλαιὰ, ἑφθαὶ καταπλασθεῖσαι. ξηραὶ δὲ πληροῦσιν ἕλκη
καὶ ἀνακαθαίρουσι μετὰ μέλιτος καὶ τὰ ἐψιλωμένα τῶν ὀστέων σαρκοῦσιν. ὠφελοῦσι δὲ καὶ κε-
φαλαλγίας σὺν ὄξει καὶ ῥοδίνῳ καταπλασθεῖσαι, φακούς τε καὶ ἐφήλεις ἀποκαθαί-
ρουσι σὺν ἐλλεβόρῳ λευκῷ διπλασίονι καὶ μέλιτι καταπλασθεῖσαι [7]. μείγνυνται δὲ καὶ
πεσσοῖς καὶ μαλάγμασι καὶ ἀκόποις, καὶ καθόλου εἰσὶ πολύχρηστοι.